Professional Documents
Culture Documents
ὁ ἱερεὺς μυστικῶς ˙
Δέσποτα ζωοποιὲ καὶ ἀγαθῶν χορηγέ˙ ὁ δοὺς τοῖς ἀνθρώποις τὴν
μακαρίαν ἐλπίδα τῆς αἰωνίου ζωῆς τὸν κύριον ἡμῶν ἰησοῦν
χριστόν˙ καταξίωσον ἡμᾶς ἀγαθὲ ἐν ἁγιασμῶ καὶ ταύτην σοι τὴν
θείαν ἐπιτελέσαι λειτουργίαν εἰς ἀπόλαυσιν τῆς μελλούσης
μακαριότητος
ἐκφώ. Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυλαττόμενοι και εις
φως αληθειας οδηγουμενοι σοὶ δόξαν ἀναπέμπωμεν, τῷ πατρὶ καὶ
τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
καὶ μετὰ τὴν εἴσοδον λέγει ὁ διάκονος˙ (38v.)
πληρώσωμεν τὴν δέησιν ἡμῶν τῶ κυρίω ὅτι πλήρης ὁ οὐρανὸς καὶ
ἡ γῆ τῆς ἁγίας δόξης αὐτοῦ.
ὁ λαός˙ κύριε ἐλεησον κύριε ἐλεησον κύριε ἐλεησον .
Ὅτι θεὸς εἰρήνης ἐλέους ἀγάπης οἰκτιρμῶν καὶ φιλανθρωπίας
ὑπάρχεις καὶ ὁ μονογενής σου υἱὸς καὶ τὸ πνεῦμα σου τὸ πανάγιον
νῦν καὶ ἀεὶ καὶ τοὺς αἰῶνας τῶν αἰώνων.
εἰρήνη πᾶσιν.
ὁ διάκονος˙ ἀγαπήσωμεν ἀλλήλους ἐν φιλήματι.
καὶ μετὰ τὸν ἀσπασμὸν λέγει
ὁ διάκονος˙ ἐν σοφία θεοῦ πρόσχωμεν.
ὁ λαός˙
πιστευω εἰς ἕνα θεόν. …
ὁ ἱερεὺς ἐπεύχεται μυστικῶς˙
Θυσίαν κύριε προορισθεῖσαν προσφορὰν ἁγίασον καὶ δι’ αὐτῆς
ἡμᾶς ἀσμένως πρόσδεξαι διὰ τοῦ κυριου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ
υἱοῦ σου μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰν ἑνότητα
πνεύματος ἁγίου
ἐκφωνεῖ ˙ εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ ἱερεὺς ἐπεύχεται ˙
Ὄντως ἄξιον καὶ δίκαιον ἐστί πρέπον καὶ σωτηριῶδες εἰς ἡμᾶς σοὶ
ἀεὶ καὶ πανταχοῦ εὐχαριστίας ἀναπέμπειν. κύριε ἅγιε. πάτερ
παντοκράτορ˙ αἰώνιε θεέ. διὰ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν δι’ οὗ
καὶ τὴν δόξαν αἰνοῦσιν ἄγγελοι˙ προσκυνοῦσι κυριότητες˙
τρέμουσιν ἐξουσίαι˙ οὐρανοὶ οὐρανῶν τε δυνάμεις˙ τά τε μακάρια
σεραφὶμ κοινῆ ἀγαλλιάσει λατρεύουσι˙ μεθ’ ὧν καὶ τὰς ἡμετέρας
φωνὰς ὡς ἂν προσδεχθῆναι κελεύσης δεόμεθα ἱκετευτικῆ
ὁμολογία σοι λέγοντες˙
ὁ λαός˙ εἷς πατὴρ ἅγιος˙ εἷς υἱὸς ἅγιος˙ ἓν πνεῦμα ἅγιον˙ εἰς
ἑνότητα˙ αμήν.
ἐκφώ ˙ Ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ πάντοτε μεθ’
ἡμῶν. ὁ διάκονος τὸ κοινωνικόν˙ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ (44v) αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου.
εὐχή πρὸ τῆς μεταλήψεως
Μεμολυσμένη ψυχῆ καὶ ῥυπαροῖς χείλεσι καὶ χερσὶν αἰσχραῖς καὶ
πηλίνη γλώττη ὅλος ὑπάρχων ἁμαρτωλὸς καὶ ταπεινὸς καὶ
ἀμετανόητος φιλάνθρωπε σωτήρ τῶν ἀπεγνωσμένων λιμήν τε
κινδυνευόντων σὲ ἱκετεύω˙ ὁ καλῶν ἁμαρτωλοὺς εἰς μετάνοιαν
κύριε ὁ θεὸς ἄνες ἄφες συγχώρησόν μοι τῶ ἁμαρτωλῶ τὰ
παραπτώματά μου τὰ ἑκούσιά τε καὶ ἀκούσια˙ εἴτε ἐν λόγω˙ εἴτε
ἐν ἔργω˙ εἴτε ἐν γνώσει˙ εἴτε ἐν ἀγνοία˙ εἴτε ἐν θυμήσει ἔπραξα
πάντα μοι συγχώρησον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ
μακρόθυμος καὶ πολυέλεος ταῖς πρεσβείαις τῆς ἁγίας θεοτόκου
καὶ ἀειπαρθένου μαρίας ἀκατακρίτως ἀξίωσόν με δέξασθαι τὴν
ἁγίαν καὶ ἄχραντόν σου δωρεὰν εἰς (45) ἄφεσιν ἁμαρτιῶν καὶ εἰς
ζωὴν αἰώνιον˙ εἰς συγχώρησιν τῶν πονηρῶν μου πταισμάτων καὶ
εἰς φωτισμὸν τῶν ἐντολῶν σου˙
ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῶ πατρὶ καὶ τῶ
υἱῶ καὶ τοῦ αγιου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοῦ αἰωνας τῶν
αἰώνων.
καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἄρτον τῆς μεταλήψεως λέγει μυστικῶς˙
Μὴ ἡμῖν δέσποτα τὰ ἅγια ταῦτα εἰς κρίμα γενέσθω ἀλλ’ εἰς
ἐξάληψιν ἁμαρτιῶν
καὶ εἰς κάθαρσιν ψυχῆς καὶ σώματος.
ὁμοίως λαβὼν τὸ ποτήριον τῆς μεταλήψεως λέγει μυστικῶς˙
Τὸ σῶμα σου τὸ ἅγιον κύριε γένοιτό μοι εἰς ζωὴν καὶ τὸ αἷμα σου
τὸ τίμιον τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν˙ καὶ ἐν τῆ δικαία σου κρίσει
ἀξίωσόν με στῆναι ἐκ δεξιῶν σου˙ καὶ γένοιτό μοι αὕτη ἡ
εὐχαριστία εἰς χαρὰν καὶ εἰς ἴασιν τῆς ψυχῆς μου.
ἐκφώ. ὁ ἱερεὺς λέγει˙ μετὰ φόβου θεοῦ καὶ πίστεως (45v)
προσέλθετε
ὁ διάκονος˙ ὁ κύριος μεθ’ ὑμῶν˙ εὐξώμεθα.
εἶτα ὁ ἱερεὺς μυστικῶς˙
Αὕτη ἡμᾶς δεόμεθα κύριε ἡ κοινωνία καθαρίσαι ἀπὸ παντὸς
μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ οὐρανίων ἀγαθῶν ποήσοι
εἶναι μετόχους διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦ υἱοῦ σου
μεθ’ οὗ ζῆς καὶ βασιλεύεις ὁ θεὸς ἡμῶν εἰς ἑνότητα πνεύματος
ἁγίου εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ ἱερεύς˙ ὁ κύριος μεθ’ ὑμῶν.