You are on page 1of 2

Edgar Vargas Oledo Corpus Hermeticum

CORPUS HERMETICUM
El Corpus Hermeticum consiste en una recopilación de textos redactados entre el
siglo III a. C. - III d. C., atribuidos a un autor identificado con Hermes Trismegisto.
La composición de la obra resulta heterogénea y, en lo general, se identifican dos
líneas de pensamiento: una optimista (de tipo monoteista-panteísta) y otra pesimista,
caracterizada por un fuerte dualismo.
En una vista general, el total de escritos puede dividirse de la siguiente manera:

Textos completos
- XVIII Tratados herméticos (en griego) -Asclepio (en latín)

Textos de transmisión indirecta


- XXIX fragmentos por Estobeo -Fragmentos diversos

Textos de reciente aparación


-Tratados de Nag Hammadi (copto) -Definiciones herméticas armenias

La siguiente selección forma parte del primer tratado hermético en griego, conocido
por el título “Poimandres”.

ΕΡΜΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ ΠΟΙΜΑΝΔΡΗΣ [ed. Festugière]

[12] ὁ δὲ πάντων πατὴρ ὁ Νοῦς, ὢν ζωὴ καὶ φῶς, ἀπεκύησεν Νοῦς


῎Ανθρωπον αὐτῷ ἴσον, οὗ ἠράσθη ὡς ἰδίου τόκου• περικαλλὴς
τὸ προάρχον λόγος
γάρ, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων• ὄντως γὰρ καὶ ὁ θεὸς ἠράσθη
τῆς ἰδίας μορφῆς, παρέδωκε τὰ ἑαυτοῦ πάντα δημιουργήματα, Νοῦς δημιουργός
[13] καὶ κατανοήσας δὲ τὴν τοῦ Δημιουργοῦ κτίσιν ἐν τῷ διοικηταί
πυρί, ἠβουλήθη καὶ αὐτὸς δημιουργεῖν, καὶ συνεχωρήθη ἀπὸ
ἄνθρωπος
τοῦ πατρός• γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ, ἕξων τὴν
τὰ ζῷα ἄλογα
πᾶσαν ἐξουσίαν, κατενόησε τοῦ ἀδελφοῦ τὰ δημιουργήματα,
ὁ αἰσθητὸς κόσμος
οἱ δὲ ἠράσθησαν αὐτοῦ, ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας
τάξεως• καὶ καταμαθὼν τὴν τούτων οὐσίαν καὶ μεταλαβὼν
τῆς αὐτῶν φύσεως ἠβουλήθη ἀναρρῆξαι τὴν περιφέρειαν
τῶν κύκλων, καὶ τὸ κράτος τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς
κατανοῆσαι.

1
Edgar Vargas Oledo Corpus Hermeticum

[14] καὶ ὁ τοῦ τῶν θνητῶν κόσμου καὶ τῶν ἀλόγων ζῴων ἔχων Νοῦς δημιουργός
πᾶσαν ἐξουσίαν διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ διοικηταί
κύτος, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφὴν,
ὃν ἰδοῦσα ἀκόρεστον κάλλος <καὶ> πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἄνθρωπος
ἔχοντα τῶν διοικητόρων τήν τε μορφὴν τοῦ θεοῦ ἐμειδίασεν
φύσις
ἔρωτι, ὡς ἅτε τῆς καλλίστης μορφῆς τοῦ ᾿Ανθρώπου τὸ εἶδος ἐν ὁ αἰσθητὸς κόσμος

τῷ ὕδατι ἰδοῦσα καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δὲ ἰδὼν τὴν ὁμοίαν
αὐτῷ μορφὴν ἐν αὐτῇ οὖσαν ἐν τῷ ὕδατι, ἐφίλησε καὶ ἠβουλήθη
αὐτοῦ οἰκεῖν• ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ᾤκησε τὴν
Νοῦς δημιουργός
ἄλογον μορφήν• ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ἄνθρωπος
ὅλη καὶ ἐμίγησαν• ἐρώμενοι γὰρ ἦσαν. διοικηταί
[15] καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα διπλοῦς ἐστιν ὁ
ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη
ἄνθρωπον• ἀθάνατος γὰρ ὢν καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ φύσις
ὁ αἰσθητὸς κόσμος
θνητὰ πάσχει ὑποκείμενος τῇ εἱμαρμένῃ. ὑπεράνω οὖν ὢν τῆς
ἁρμονίας ἐναρμόνιος γέγονε δοῦλος ἀρρενόθηλυς δὲ ὤν, ἐξ
ἀρρενοθήλεος ὢν πατρὸς καὶ ἄϋπνος ἀπὸ ἀΰπνου ..... κρατεῖται.
[16] καὶ μετὰ ταῦτα, Νοῦς ὁ ἐμός• καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. ὁ Νοῦς δημιουργός
δὲ Ποιμάνδρης εἶπε, Τοῦτό ἐστι τὸv κεκρυμμένον μυστήριον μέχρι διοικηταί
τῆσδε τῆς ἡμέρας. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ᾿Ανθρώπῳ ἤνεγκέ
τι θαῦμα θαυμασιώτατον• ἔχοντος γὰρ αὐτοῦ τῆς ἁρμονίας
ἄνθρωπος
τῶν ἑπτὰ τὴν φύσιν, οὓς ἔφην σοι ἐκ πυρὸς καὶ πνεύματος, οὐκ φύσις
ἀνέμενεν ἡ φύσις, ἀλλ’ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους, πρὸς
τὰς φύσεις τῶν ἑπτὰ διοκητόρων, ἀρρενοθήλεας καὶ μεταρσίους.
καὶ μετὰ ταῦτα,
῏Ω Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον καὶ ποθῶ
Νοῦς δημιουργός
ἀκοῦσαι• μὴ ἔκτρεχε. καὶ ὁ Ποιμάνδρης εἶπεν, ᾿Αλλὰ σιώπα. οὔπω
γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον. – ᾿Ιδοὺ σιωπῶ, ἔφην ἐγώ. διοικηταί

ἄνθρωπος
ἄνθρωπος ἄνθρωπος
ἄνθρωπος ἄνθρωπος
ἄνθρωπος ἄνθρωπος

φύσις

You might also like